Ἰωάννης Μόσχος: [Οὐκ ἐᾷ ἐπάνω αὐτοῦ γυναῖκα ταφῆναι]

 

 

Ἰ­ω­άν­νης Μό­σχος

 

[Οὐκ ἐ­ᾷ ἐ­πά­νω αὐ­τοῦ γυ­ναῖ­κα τα­φῆ­ναι]

 

Ν ΘΕΟΥΠΟΛΕΙ πα­ρα­γε­νο­μέ­νων ἡ­μῶν, πρε­σβύ­τε­ρός τις τῆς ἐκ­κλη­σί­ας δι­η­γή­σα­το ἡ­μῖν πε­ρί τι­νος ἀβ­βᾶ Θω­μᾶ, ὅ­τι.

          Ἀ­πο­κρι­σά­ριος ἦν κοι­νο­βί­ου τῶν με­ρῶν Ἀ­πα­μεί­ας. Ἦλ­θεν οὖν ἐν Θε­ου­πό­λει διὰ χρεί­ας τοῦ μο­να­στη­ρί­ου καὶ ὡς ἐ­χρό­νι­σεν ἐν­ταῦ­θα, ἐ­τε­λεύ­τη­σεν ἐν Δάφ­νῃ ἐν τῷ να­ῷ τῆς Ἁ­γί­ας Εὐ­φη­μί­ας. Οἱ οὖν τοῦ τό­που κλη­ρι­κοί, ὡς ξέ­νον ἔ­θα­ψαν αὐ­τὸν ἐν τῷ ξε­νο­τα­φί­ῳ. Τῇ οὖν ἄλ­λῃ ἡ­μέ­ρᾳ θά­πτου­σι γυ­ναῖ­κα καὶ τι­θέ­α­σιν αὐ­τὴν ἐ­πά­νω αὐ­τοῦ. Ἦν δὲ ὡ­σεὶ ὥ­ρα δευ­τέ­ρᾳ· καὶ πε­ρὶ ὥ­ραν ἐ­νά­την ἀ­νέ­βρα­σεν αὐ­τὴν ἡ γῆ. Οἱ δὲ τοῦ τό­που ἰ­δόν­τες τὸ γε­γο­νός, ἐ­θαύ­μα­σαν· εἶ­τα πά­λιν εἰς ἑ­σπέ­ραν ἔ­θα­ψαν αὐ­τὴν εἰς τὸ αὐ­τὸ μνη­μεῖ­ον καὶ τῇ ἑ­ξῆς ἡ­μέ­ρᾳ εὗ­ρον τὸ λεί­ψα­νον ἐ­πά­νω τοῦ τά­φου. Ἔ­λα­βον οὖν τὸ σῶ­μα καὶ ἔ­θα­ψαν αὐ­τὸ εἰς ἄλ­λο μνη­μεῖ­ον. Με­τὰ οὖν ὀ­λί­γας ἡ­μέ­ρας πά­λιν ἔ­θα­ψαν γυ­ναῖ­κα καὶ ἔ­θη­καν ἐ­πά­νω τοῦ μο­να­χοῦ· μὴ νο­μί­σαν­τες ὅ­τι οὐκ ἐ­ᾷ ἀ­πά­νω αὐ­τοῦ γυ­ναῖ­κα τα­φῆ­ναι. Ὡς οὖν καὶ ταύ­την ἀ­νέ­βρα­σεν ἡ γῆ, τό­τε ἔ­γνω­σαν, ὅ­τι ὁ γέ­ρων οὐ πα­ρα­δέ­χε­ται γυ­ναῖ­κα τα­φῆ­ναι ἐ­πά­νω αὐ­τοῦ. Τό­τε οὖν ἀ­νή­γα­γον τῷ πα­τριά­ρχῃ Δο­μνί­νῳ καὶ ἐ­ποί­η­σε πᾶ­σαν τὴν πό­λιν με­τὰ κη­ρῶν ἐλ­θεῖν εἰς Δάφ­νην καὶ με­τὰ ψαλ­μῳ­δί­ας κα­τα­γα­γεῖν τὸ λεί­ψα­νον τοῦ ἁ­γί­ου ἀν­δρὸς ἐ­κεί­νου· καὶ ἀ­πέ­θη­καν αὐ­τὸ ἐν τῷ κοι­μη­τη­ρί­ῳ, ἔν­θα πολ­λὰ λεί­ψα­να ἁ­γί­ων μαρ­τύ­ρων κεῖ­ται, ποι­ή­σας ἐ­πά­νω αὐ­τοῦ καὶ εὐ­κτή­ριον μι­κρόν.

 

 

Πη­γή: Ἰ­ω­άν­νου Μό­σχου, Πνευ­μα­τι­κὸς λει­μών, Εἰ­σα­γω­γή, κεί­με­νο, με­τά­φρα­ση, σχό­λια: Χρῆ­στος Μή­τσιου, Ἐκδ. «Τὸ Βυ­ζάν­τιον», Ἐλ. Με­ρε­τά­κη, Πα­τε­ρι­καὶ ἐκ­δό­σεις «Γρη­γό­ριος ὁ Πα­λα­μᾶς», Θεσ­σα­λο­νί­κη, 1987.

 

Ἰ­ω­άν­νης Μό­σχος ὁ Εὐ­κρα­τᾶς (Κι­λι­κί­α, 540/550-619). Μο­να­χὸς καὶ συγ­γρα­φέ­ας. Στὰ χρό­νια τῆς βα­σι­λεί­ας τοῦ αὐ­το­κρά­το­ρα Τι­βε­ρί­ου (578-582) πε­ρι­η­γή­θη­κε τὰ ἐ­ρη­μη­τή­ρια τῆς ἀ­να­το­λῆς, μα­ζὶ μὲ τὸν φί­λο του Σω­φρό­νιο (με­τέ­πει­τα πα­τριά­ρχη Ἰ­ε­ρο­σο­λύ­μων) συλ­λέ­γον­τας ὑ­λι­κὸ γιὰ τὸ ἔρ­γο του Λει­μὼν, ἢ Λει­μω­νά­ριο (P­r­a­t­um s­p­i­r­i­t­u­a­le).