Μι­κρὰ Πα­τε­ρι­κά: Τὸ ὕψος τῆς Ἀρετῆς



Μι­κρὰ Πα­τε­ρι­κά


Τὸ ὕψος τῆς Ἀρετῆς


ΥΟ ΤΩΝ ΠΑΤΕΡΩΝ, πα­ρε­κά­λε­σαν τὸν Θε­ὸν ἵ­να πλη­ρο­φο­ρή­σῃ αὐ­τούς, εἰς ποῖ­ον ἔ­φθα­σαν μέ­τρον*· καὶ ἦλ­θεν αὐ­τοῖς φω­νὴ λέ­γου­σα· εἰς τήν δε τὴν κώ­μην τῆς Αἰ­γύ­πτου, ἐ­στί τις κο­σμι­κὸς Εὐ­χά­ρι­στος ὀ­νό­μα­τι, καὶ ἡ γυ­νὴ αὐ­τοῦ κα­λεῖ­ται Μα­ρί­α· οὔ­πω ἤλ­θε­τε ὑ­μεῖς εἰς τὰ μέ­τρα αὐ­τῶν· καὶ ἀ­να­στάν­τες οἱ δύ­ο γέ­ρον­τες, ἦλ­θον εἰς τὴν κώ­μην· καὶ ἐ­ρω­τή­σαν­τες, εὗ­ρον τὸ κελ­λί­ον αὐ­τοῦ καὶ τὴν γυ­ναῖ­κα αὐ­τοῦ καὶ λέ­γου­σιν αὐ­τῇ· ποῦ ἐ­στιν ὁ ἀ­νήρ σου; ἡ δὲ εἶ­πεν· ποι­μήν ἐ­στι καὶ βό­σκει τὰ πρό­βα­τα· καὶ εἰ­σή­γα­γεν αὐ­τοὺς εἰς τὸ κελ­λί­ον αὐ­τοῦ· ὡς δὲ ὀ­ψί­α* ἐ­γέ­νε­το, ἦλ­θεν ὁ Εὐ­χά­ρι­στος με­τὰ τῶν προ­βά­των· καὶ ἰ­δὼν τοὺς γέ­ρον­τας, ἡ­τοί­μα­σεν αὐ­τοῖς τρά­πε­ζαν, καὶ ἤ­νεγ­κεν ὕ­δωρ νί­ψαι τοὺς πό­δας αὐ­τῶν· καὶ λέ­γου­σιν αὐ­τῷ οἱ γέ­ρον­τες· οὐ μὴ γευ­σώ­με­θά τι­νος, ἐ­ὰν μὴ ἀ­ναγ­γεί­λῃς ἡ­μῖν τὴν ἐρ­γα­σί­αν σου· ὁ δὲ Εὐ­χά­ρι­στος με­τὰ τα­πει­νο­φρο­σύ­νης εἶ­πεν· ἐ­γὼ ποι­μήν εἰ­μι καὶ αὕ­τη ἐ­στὶν ἡ γυ­νή μου· οἱ δὲ γέ­ρον­τες ἐ­πέ­μει­ναν πα­ρα­κα­λοῦν­τες αὐ­τὸν καὶ οὐκ ἠ­θέ­λη­σεν εἰ­πεῖν· καὶ εἶ­πον αὐ­τῷ· ὁ Θε­ὸς ἔ­πεμ­ψεν ἡ­μᾶς πρὸς σέ· ὡς δὲ ἤ­κου­σε τὸν λό­γον τοῦ­τον ἐ­φο­βή­θη καὶ εἶ­πεν αὐ­τοῖς· ἰ­δοὺ τὰ πρό­βα­τα ταῦ­τα ἔ­χο­μεν ἀ­πὸ τῶν γο­νέ­ων ἡ­μῶν· καὶ εἴ τι δ’ ἂν εὐ­ο­δώ­σῃ ὁ Κύ­ριος εἰ­σο­διά­σαι ἐξ αὐ­τῶν, ποι­οῦ­μεν εἰς τρί­α μέ­ρη· μέ­ρος ἓν τοῖς πτω­χοῖς, καὶ μέ­ρος ἓν εἰς τὴν φι­λο­ξε­νί­αν, καὶ τὸ τρί­τον μέ­ρος εἰς τὴν χρεί­αν ἡ­μῶν· ἀ­φ’ οὗ δὲ ἔ­λα­βον τὴν γυ­ναῖ­κά μου, οὐκ ἐ­μιά­νθην οὔ­τε ἐ­γὼ οὔ­τε αὐ­τή, ἀλ­λὰ παρ­θέ­νος ἐ­στί· καὶ ἕ­κα­στος ἡ­μῶν κα­θ’ ἑ­αυ­τὸν κα­θεύ­δει τὴν δὲ νύ­κτα φο­ροῦ­μεν σάκ­κους καὶ τὴν ἡ­μέ­ραν τὰ ἱ­μά­τια ἡ­μῶν· ἕ­ως ἄρ­τι, ἀν­θρώ­πων οὐ­δεὶς ταῦ­τα ἔ­γνω­κεν· καὶ ἀ­κού­σαν­τες ἐ­θαύ­μα­σαν καὶ ἀ­νε­χώ­ρη­σαν δο­ξά­ζον­τες τὸν Θε­όν.


εἰς ποῖ­ον ἔ­φθα­σαν μέ­τρον: πό­σο ψη­λὰ ἔ­χουν φτά­­σει στὴν ἀ­ρε­τή.
ὀ­ψί­α: βρά­δυ, δει­λι­νό.
εἰ­σο­διά­σαι: νὰ ἔ­χου­με εἰ­σό­δη­μα.


Πη­γή: Τὸ Γε­ρον­τι­κόν, ἤ­τοι ἀ­πο­φθέγ­μα­τα Ἁ­γί­ων Γε­ρόν­των, ἔκ­δο­σις δευ­τέ­ρα, Ἀλ. & Ἐ. Πα­πα­δη­μη­τρί­ου, Ἀ­θῆ­ναι, 1970, σελ. 32.

Μι­κρὰ Πα­τε­ρι­κά: ἐ­πι­μέ­λεια: Ἄγ­γε­λος Κα­λο­γε­ρό­που­λος καὶ Γιά­ννης Πα­τί­λης. [Βλ. Εἰ­σα­γω­γι­κὸ κεί­με­νο καὶ Ἡ­με­ρο­λό­γιο Κα­τα­στρώ­μα­τος Β’, ἐγ­γρα­φὴ 25.11.2019.]


%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: