Μικρὰ Πατερικά
Ἤθελον ἀμέριμνος εἶναι, ὡς οἱ ἄγγελοι
ΛΕΓΟΝ περὶ τοῦ Ἀββᾶ Ἰωάννου τοῦ Κολοβοῦ, ὅτι εἶπέ ποτε τῷ ἀδελφῷ αὐτοῦ τῷ μειζοτέρῳ*· ἤθελον ἀμέριμνος εἶναι, ὡς οἱ ἄγγελοι ἀμέριμνοί εἰσι, μηδὲν ἐργαζόμενοι, ἀλλ’ ἀδιαλείπτως λατρεύοντες τῷ Θεῷ· καὶ ἀποδυσάμενος τὸ ἱμάτιον, ἐξῆλθεν εἰς τὴν ἔρημον· καὶ ποιήσας ἑβδομάδα μίαν, ἀνέκαμψε πρὸς τὸν ἀδελφὸν αὐτοῦ· καὶ ὡς ἔκρουσε τὴν θύραν, ὑπήκουσεν αὐτῷ* πρὶν ἀνοίξει, λέγων· σύ τίς εἶ; ὁ δὲ εἶπεν ἐγώ εἰμι Ἰωάννης ὁ ἀδελφός σου· καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰωάννης γέγονεν ἄγγελος, καὶ οὐκ ἔτι ἐν ἀνθρώποις ἐστίν· ὁ δὲ παρεκάλει, λέγων· ἐγώ εἰμι· καὶ οὐκ ἤνοιξεν αὐτῷ, ἀλλ’ ἀφῆκεν αὐτὸν ἕως πρωῒ θλίβεσθαι· ὕστερον δὲ ἀνοίξας αὐτῷ· λέγει· ἄνθρωπος εἶ, χρείαν ἔχεις πάλιν ἐργάζεσθαι ἵνα τραφῇς· καὶ ἔβαλε μετάνοιαν, λέγων· συγχώρησόν μοι.
μειζοτέρῳ: μεγαλύτερο (σὲ ἡλικία).
ὑπήκουσεν αὐτῷ: τὸν ἄκουσε.
Πηγή: Τὸ Γεροντικόν, ἤτοι ἀποφθέγματα Ἁγίων Γερόντων, ἔκδοσις δευτέρα, Ἀλ. & Ἐ. Παπαδημητρίου, Ἀθῆναι, 1970.
Μικρὰ Πατερικά: ἐπιμέλεια: Ἄγγελος Καλογερόπουλος καὶ Γιάννης Πατίλης. [Βλ. Εἰσαγωγικὸ κείμενο καὶ Ἡμερολόγιο Καταστρώματος Β’, ἐγγραφὴ 25.11.2019.]
Filed under: Αισθήματα-Πάθη,Διδακτισμός,Ελληνικά,Κωμικό,Κοινωνικοί κώδικες,Οικογένεια,Περιγραφή,Φυγή,Χαρακτήρες,Ψυχογραφία | Tagged: Ελληνικό διήγημα,Λογοτεχνία,Μικρά Πατερικά |