Μι­κρὰ Πα­τε­ρι­κά: Ἤ­θε­λον ἀ­μέ­ρι­μνος εἶ­ναι, ὡς οἱ ἄγ­γε­λοι



Μι­κρὰ Πα­τε­ρι­κά


Ἤ­θε­λον ἀ­μέ­ρι­μνος εἶ­ναι, ὡς οἱ ἄγ­γε­λοι

 

ΛΕΓΟΝ πε­ρὶ τοῦ Ἀβ­βᾶ Ἰ­ω­άν­νου τοῦ Κο­λο­βοῦ, ὅ­τι εἶ­πέ πο­τε τῷ ἀ­δελ­φῷ αὐ­τοῦ τῷ μει­ζο­τέ­ρῳ*· ἤ­θε­λον ἀ­μέ­ρι­μνος εἶ­ναι, ὡς οἱ ἄγ­γε­λοι ἀ­μέ­ρι­μνοί εἰ­σι, μη­δὲν ἐρ­γα­ζό­με­νοι, ἀλ­λ’ ἀ­δι­α­λεί­πτως λα­τρεύ­ον­τες τῷ Θε­ῷ· καὶ ἀ­πο­δυ­σά­με­νος τὸ ἱ­μά­τιον, ἐ­ξῆλ­θεν εἰς τὴν ἔ­ρη­μον· καὶ ποι­ή­σας ἑ­βδο­μά­δα μί­αν, ἀ­νέ­καμ­ψε πρὸς τὸν ἀ­δελ­φὸν αὐ­τοῦ· καὶ ὡς ἔ­κρου­σε τὴν θύ­ραν, ὑ­πή­κου­σεν αὐ­τῷ* πρὶν ἀ­νοί­ξει, λέ­γων· σύ τίς εἶ; ὁ δὲ εἶ­πεν ἐ­γώ εἰ­μι Ἰ­ω­άν­νης ὁ ἀ­δελ­φός σου· καὶ ἀ­πο­κρι­θεὶς εἶ­πεν αὐ­τῷ· Ἰ­ω­άν­νης γέ­γο­νεν ἄγ­γε­λος, καὶ οὐκ ἔ­τι ἐν ἀν­θρώ­ποις ἐ­στίν· ὁ δὲ πα­ρε­κά­λει, λέ­γων· ἐ­γώ εἰ­μι· καὶ οὐκ ἤ­νοι­ξεν αὐ­τῷ, ἀλ­λ’ ἀ­φῆ­κεν αὐ­τὸν ἕ­ως πρω­ῒ θλί­βε­σθαι· ὕ­στε­ρον δὲ ἀ­νοί­ξας αὐ­τῷ· λέ­γει· ἄν­θρω­πος εἶ, χρεί­αν ἔ­χεις πά­λιν ἐρ­γά­ζε­σθαι ἵ­να τρα­φῇς· καὶ ἔ­βα­λε με­τά­νοι­αν, λέ­γων· συγ­χώ­ρη­σόν μοι.


μει­ζο­τέ­ρῳ: μεγαλύτερο (σὲ ἡλικία).
ὑ­πή­κου­σεν αὐ­τῷ: τὸν ἄκουσε.


Πη­γή: Τὸ Γε­ρον­τι­κόν, ἤ­τοι ἀ­πο­φθέγ­μα­τα Ἁ­γί­ων Γε­ρόν­των, ἔκ­δο­σις δευ­τέ­ρα, Ἀλ. & Ἐ. Πα­πα­δη­μη­τρί­ου, Ἀ­θῆ­ναι, 1970.

Μι­κρὰ Πα­τε­ρι­κά: ἐ­πι­μέ­λεια: Ἄγ­γε­λος Κα­λο­γε­ρό­που­λος καὶ Γιά­ννης Πα­τί­λης. [Βλ. Εἰ­σα­γω­γι­κὸ κεί­με­νο καὶ Ἡ­με­ρο­λό­γιο Κα­τα­στρώ­μα­τος Β’, ἐγ­γρα­φὴ 25.11.2019.]