Μι­κρὰ Πα­τε­ρι­κά: Εὔ­ξα­σθε, τέ­κνα, ἵ­να μὴ ὁ ἔ­σω­θέν μου ἄν­θρω­πος ὑ­δρω­πιά­σῃ



Μι­κρὰ Πα­τε­ρι­κά


Εὔ­ξα­σθε, τέ­κνα, ­να μὴ

­σω­θέν μου ἄν­θρω­πος ­δρω­πιά­σῃ


Ν ΤΟΥΤΩΙ τῷ ὄ­ρει τῆς Νι­τρί­ας ἀ­νήρ τις Βε­νια­μὶν οὕ­τω κα­λού­με­νος, βι­ώ­σας ἐ­πὶ ἔ­τη ὀ­γδο­ή­κον­τα καὶ εἰς ἄ­κρον ἀ­σκή­σας, κα­τη­ξι­ώ­θη χα­ρί­σμα­τος ἰ­α­μά­των*, ὡς παν­τὶ ᾧ ἂν χεῖ­ρα ἐ­πε­τί­θει ἢ ἔ­λαι­ον εὐ­λο­γή­σας ἐ­δί­δου, πά­σης ἀ­παλ­λάτ­τε­σθαι ἀρ­ρω­στί­ας. Οὗ­τος τοί­νυν ὁ τοι­ού­του χα­ρί­σμα­τος κα­τα­ξι­ω­θεὶς πρὸ ὀ­κτὼ μη­νῶν τοῦ θα­νά­του αὐ­τοῦ ὑ­δρω­πί­α­σε, καὶ ἐ­πὶ το­σοῦ­τον ὠγ­κώ­θη αὐ­τοῦ τὸ σῶ­μα ὡς ἄλ­λον Ἰ­ὼβ φαί­νε­σθαι. Πα­ρα­λα­βὼν οὖν ἡ­μᾶς Δι­ό­σκο­ρος ὁ ἐ­πί­σκο­πος, τό­τε δὲ πρε­σβύ­τε­ρος ὢν τοῦ ὄ­ρους τῆς Νι­τρί­ας, ἐ­μέ τε καὶ τὸν μα­κά­ριον Εὐά­γριον, λέ­γει ἡ­μῖν· «Δεῦ­τε, ἴ­δε­τε νέ­ον Ἰ­ὼβ ἐν το­σού­τῳ ὄγ­κῳ σώ­μα­τος καὶ πά­θει ἀ­νιά­τῳ ἄ­με­τρον κε­κτη­μέ­νον εὐ­χα­ρι­στί­αν.» Ἀ­πελ­θόν­τες οὖν ἐ­θε­α­σά­με­θα το­σοῦ­τον ὄγ­κον σώ­μα­τος ὡς μὴ δύ­να­σθαι δά­κτυ­λον χει­ρὸς αὐ­τοῦ πε­ρι­λαμ­βά­νειν ἄλ­λους δα­κτύ­λους. Μὴ δυ­νά­με­νοι δὲ ἀ­τε­νί­ζειν τῇ τοῦ πά­θους δει­νό­τη­τι τοὺς ὀ­φθαλ­μοὺς ἀ­πε­στρέ­ψα­μεν. Τό­τε λέ­γει ἡ­μῖν ὁ μα­κά­ριος ἐ­κεῖ­νος Βε­νια­μίν· «Εὔ­ξα­σθε, τέ­κνα, ἵ­να μὴ ὁ ἔ­σω­θέν μου ἄν­θρω­πος ὑ­δρω­πιά­σῃ· οὗ­τος γὰρ οὔ­τε με εὐ­πα­θῶν ὤ­νη­σεν*, οὔ­τε δυ­σπα­θῶν ἔ­βλα­ψε.» Τοὺς οὖν ὀ­κτὼ μῆ­νας δί­φρος* αὐ­τῷ ἔ­κει­το πλα­τύ­τα­τος ἐν ᾧ ἀ­δι­α­λεί­πτως ἐ­κα­θέ­ζε­το, μη­κέ­τι ἐν κλί­νῃ ἀ­να­πε­σεῖν δυ­νά­με­νος διὰ τὰς λοι­πὰς χρεί­ας. Ἐν τῷ πά­θει δὲ τού­τῳ ὢν ἄλ­λους ἰᾶ­το. Ἀ­ναγ­καί­ως οὖν ἐ­ξη­γη­σά­μην τὸ πά­θος τοῦ­το, ἵ­να μὴ ξε­νι­ζώ­με­θα ὅ­ταν τι πε­ρι­στα­τι­κὸν ἀν­δρά­σι δι­καί­οις συμ­βαί­νῃ. Τε­λευ­τή­σαν­τος δὲ αὐ­τοῦ, αἱ φλιαὶ* τῆς θύ­ρας ἐ­πήρ­θη­σαν καὶ αἱ πα­ρα­στά­δες, ἵ­να δυ­νη­θῇ τὸ σῶ­μα ἐ­ξε­νε­χθῆ­ναι* τοῦ οἴ­κου· το­σοῦ­τος ἦν ὁ ὄγ­κος.


κα­τη­ξι­ώ­θη χα­ρί­σμα­τος ἰ­α­μά­των: ἀξιώθηκε τὸ χάρισμα νὰ θεραπεύει.
ὤ­νη­σεν: ὀφέλησε.
δί­φρος: κάθισμα δίχως ράχη καὶ χειρολαβές.
φλιαί: κατώφλια.
ἐ­ξε­νε­χθῆ­ναι: νὰ βγεῖ.


Πη­γή: Παλ­λα­δί­ου Λαυ­σα­ϊ­κὴ Ἱ­στο­ρί­α, Με­τά­φρα­σις – εἰ­σα­γω­γὴ – σχό­λια ὑ­πὸ Ν. Θ. Μπου­γά­τσου – Δ. Μ. Μπα­τι­στά­του, Ὀρ­γα­νι­σμὸς Κλασ­σι­κῶν Ἐκ­δό­σε­ων, Ἀ­θῆ­ναι, 1970, σελ. 78-81.]

Μι­κρὰ Πα­τε­ρι­κά: ἐ­πι­μέ­λεια: Ἄγ­γε­λος Κα­λο­γε­ρό­που­λος καὶ Γιά­ννης Πα­τί­λης. [Βλ. Εἰ­σα­γω­γι­κὸ κεί­με­νο καὶ Ἡ­με­ρο­λό­γιο Κα­τα­στρώ­μα­τος Β’, ἐγ­γρα­φὴ 25.11.2019.]

%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: