Μι­κρὰ Πα­τε­ρι­κά: Πε­ρί τι­νος ἀ­να­ξί­ου Ἱ­ε­ρέ­ως



Μι­κρὰ Πα­τε­ρι­κά


Πε­ρί τι­νος ἀ­να­ξί­ου Ἱ­ε­ρέ­ως

διήγησις πά­νυ ὠ­φέ­λι­μος καὶ θαυ­μά­σιος


(Ἀν­τε­γρά­φη ἐκ χει­ρο­γρά­φου Χαρτ. Κώδικος 229 ιζ’ αἰῶνος τῆς Ἰ. Μ. Διονυσίου
ὑ­πὸ τοῦ μοναχοῦ Μα­κα­ρί­ου Πα­πα­κυ­ρίλ­λου, Νέ­α Σκή­τη Ἁγ. Ὄ­ρους)

Ν ΤΟΙΣ ΧΡΟΝΟΙΣ οἷς περ ἐ­μαρ­τύ­ρη­σεν ὁ ἅ­γιος με­γα­λο­μάρ­τυς Μερ­κού­ριος ἦν τις ἱ­ε­ρεὺς ἐν τῇ αὐ­τῇ χώ­ρᾳ μέ­θυ­σος πά­νυ· ἀ­εὶ ἐν τοῖς κα­πη­λεί­οις με­τὰ τῶν οἰ­νο­πο­τῶν δι­έ­τρι­βεν. Ἐν μιᾷ οὖν τῶν ἡ­με­ρῶν, ἄρ­χων τις τῆς αὐ­τῆς χώ­ρας ἔ­στει­λε τὴν ἑ­αυ­τοῦ δού­λην πρὸς τὸν οἶ­κον τοῦ ἱ­ε­ρέ­ως καὶ ηὗ­ρε τὴν ἑ­αυ­τοῦ πρε­σβυ­τέ­ραν καὶ λέ­γει αὐ­τῇ, ποῦ ἐ­στιν ὁ ἱ­ε­ρεύς; ἡ δὲ λέ­γει· οὐκ οἶ­δας ὅ­τι ἐν τοῖς κα­πη­λεί­οις ἐ­στίν; ἡ δὲ δού­λη τοῦ ἄρ­χον­τος εἶ­πεν. Ὁ αὐ­θέν­της μου μὲ ἔ­στει­λεν ὅ­τι αὔ­ριον ἔ­χει λει­τουρ­γί­αν εἰς μνη­μό­συ­νον τῶν γο­νέ­ων αὑ­τοῦ. Ταῦ­τα εἰ­ποῦ­σα ἀ­πῆλ­θεν. Ἡ δὲ πρε­σβυ­τέ­ρα ἔ­χου­σα καὶ αὐ­τὴ δού­λην εἶ­πε πρὸς αὐ­τήν· ἐ­γὼ μὲν ἀ­πέρ­χο­μαι εἰς τὸν οἶ­κον τῆς μη­τρός μου ὅ­πως κοι­μη­θῶ ἐ­κεῖ, καὶ ὅ­ταν ἔλ­θῃ ὁ αὐ­θέν­της σου ὁ ἱ­ε­ρεύς, ἀ­νά­παυ­σον αὐ­τὸν ἐν τῇ κλί­νῃ κα­λῶς δι­ό­τι μέλ­λει αὔ­ριον λει­τουρ­γῆ­σαι. Ὡς δ’ ἑ­σπέ­ρα ἐ­γέ­νε­το, ἦλ­θεν ὁ ἱ­ε­ρεὺς με­θυ­σμέ­νος πο­λὺ καὶ ἀ­νέ­πε­σεν εἰς τὴν κλί­νην αὑ­τοῦ. Ἡ δὲ δού­λη αὐ­τοῦ ἐ­πει­δὴ εἰ­σῆλ­θεν ὁ δι­ά­βο­λος ἔ­σω αὑ­τῆς ἔ­πε­σε πλη­σί­ον τοῦ ἱ­ε­ρέ­ως. Ἔ­ξυ­πνος δὲ γε­νό­με­νος ὁ ἱ­ε­ρεύς, συ­νε­γέ­νε­το με­τ’ αὐ­τῆς νο­μί­σας ὅ­τι ἡ πρε­σβυ­τέ­ρα αὐ­τοῦ ἐ­στί. Πρω­ΐ­ας δὲ γε­νο­μέ­νης, ἐλ­θοῦ­σα ἡ πρε­σβυ­τέ­ρα ηὗ­ρεν αὐ­τὸν ὑ­πνοῦν­τα ἐν τῇ κλί­νῃ καὶ λέ­γει αὐ­τῷ. Ἀ­νά­στα ψάλ­λε τὴν ἀ­κο­λου­θί­αν σου, δι­ό­τι ὁ δεῖ­να ἄρ­χων ἔ­χει λει­τουρ­γί­αν τῶν γο­νέ­ων αὐ­τοῦ. Ὁ δὲ ἱ­ε­ρεὺς στρέ­ψας εἰς τὸ ἕ­τε­ρον μέ­ρος ἀ­φύ­πνω­σε. Καὶ πά­λιν ἐλ­θοῦ­σα ἡ πρε­σβυ­τέ­ρα λέ­γει· οὐκ εἶ­πα σοι, ἀ­νά­στα, δι­ό­τι μέλ­λεις σή­με­ρον λει­τουρ­γῆ­σαι; Ὁ δὲ ἱ­ε­ρεὺς μει­διά­σας λέ­γει αὐ­τῇ. Τί λέ­γεις τα­λαί­πω­ρε; οὐκ οἶ­δας τί ἐ­ποι­ή­σα­μεν τῇ νυ­κτὶ ταύ­τῃ ἀλ­λὰ λέ­γεις λει­τουρ­γῆ­σαι ἔ­χω; Ἡ δὲ πρε­σβυ­τέ­ρα εἶ­πε· τί ἐ­ποι­ή­σα­μεν; ἐ­γὼ γὰρ ἐν τῷ οἴ­κῳ τοῦ πα­τρός μου ἐ­κοι­μή­θην. Τό­τε ὁ ἱ­ε­ρεὺς λέ­γει· ἐ­γὼ τῇ νυ­κτὶ ταύ­τῃ ἔ­πε­σον με­τὰ γυ­ναι­κός, καὶ τίς ἦν ὁ θη­ρεύ­σας ἡ­μᾶς; Τό­τε ἠ­ρώ­τη­σαν τὴν δού­λην. Ἡ δὲ εἶ­πεν· ὁ Σα­τα­νᾶς ἐ­πεί­ρα­ξέ με καὶ ἔ­πε­σα πλη­σί­ον αὐ­τοῦ, καὶ αὐ­τὸς ἔ­πε­σε με­τ’ ἐ­μοῦ.

       Τό­τε ἔ­κλαυ­σαν καὶ ἐ­λυ­πή­θη­σαν οὐκ ὀ­λί­γον· εἶ­τα λέ­γει ὁ ἱ­ε­ρεύς. Σι­ω­πή­σα­τε μή­πως καὶ εἰς τὰς ἀ­κο­ὰς τῶν κρα­τούν­των εἰ­σέλ­θῃ, καὶ οὐ με­τρί­ως κο­λά­σου­σιν ἡ­μᾶς· ὁ γὰρ Θε­ὸς εὔ­σπλαγ­χνος ἐ­στὶ καὶ πο­λυ­έ­λε­ος, καὶ δι’ ἐ­ξο­μο­λο­γή­σε­ως ἐ­ξι­λε­ώ­σας ἔ­χω αὐ­τόν. Ὅ­μως ἔ­ψαλ­λεν ὀ­λί­γην ἀ­κο­λου­θί­αν αὐ­τοῦ, καὶ ἐν­τρα­πεὶς τὸν ἄρ­χον­τα ἐ­πο­ρεύ­θη λει­τουρ­γῆ­σαι.

       Με­τὰ δὲ τὴν προ­σκο­μι­δήν, ὅ­ταν εἶ­πε τὴν εὐ­χήν, «ὁ Θε­ὸς ὁ Θε­ὸς ἡ­μῶν ὁ τὸν οὐ­ρά­νιον ἄρ­τον κ.λπ.» ἦλ­θεν ὁ ἄγ­γε­λος ἵ­να τε­λει­ώ­σῃ τὰ ἅ­για δῶ­ρα, καὶ ἰ­δὼν τὸν ἱ­ε­ρέ­α, λέ­γει πρὸς αὐ­τόν· ὦ ἀ­φω­ρι­σμέ­νε τοῦ Θε­οῦ, πῶς ἐ­τόλ­μη­σες εἰ­σελ­θεῖν λει­τουρ­γῆ­σαι τὰ θεῖ­α μυ­στή­ρια; οὐκ οἶ­δας ὅ­τι βέ­βη­λος καὶ ἀ­κά­θαρ­τος εἶ διὰ τὴν ἁ­μαρ­τί­αν, ἣν ἔ­πρα­ξας ἐν τῇ νυ­κτὶ ταύ­τῃ; ἡ­μεῖς ἀ­σώ­μα­τοι καὶ ἄ­ϋ­λοι ὄν­τες, εὐ­λα­βού­με­θα ἰ­δεῖν τὸ ἅ­γιον πρό­σω­πον τῆς μα­κα­ρί­ας Θε­ό­τη­τος, ἀλ­λὰ ταῖς πτέ­ρυ­ξιν ἡ­μῶν πε­ρι­κα­λύ­πτον­τες τὰ πρό­σω­πα, πα­ρι­στά­με­θα με­τὰ φό­βου καὶ φο­βε­ροῦ τρό­μου, καὶ σὺ κα­τα­φρο­νῶν ἐ­τόλ­μη­σας ἐ­πι­χει­ρῆ­σαι τὰ ἅ­για τῶν ἁ­γί­ων καὶ ἐ­πὶ στό­μα­τος φα­γεῖν μέλ­λεις; Ὁ δὲ ἱ­ε­ρεὺς ἀν­τεῖ­πεν εἰς τὸν ἄγ­γε­λον. Ἐ­πει­δὴ οὕ­τω μὲ ἀ­φώ­ρι­σας, ἔ­σο καὶ σὺ ἀ­φω­ρι­σμέ­νος. Καὶ ὤ τοῦ θαύ­μα­τος! εὐ­θὺς ἀ­πε­πτε­ρώ­θη ὁ ἄγ­γε­λος καὶ ἔ­μει­νεν ὡς ἄν­θρω­πος ἐν τῇ ἐκ­κλη­σί­ᾳ· ὁ δὲ ἱ­ε­ρεὺς οὐκ εἰ­δὼς τοῦ­το, ἀλ­λὰ με­τὰ τὴν θεί­αν λει­τουρ­γί­αν ἦλ­θεν εἰς τὸν οἶ­κον τοῦ ἄρ­χον­τος, καὶ ἀ­ρι­στή­σας* τῇ ἡ­μέ­ρᾳ ἐ­κεί­νῃ ἀ­πῆλ­θεν εἰς τὸν οἶ­κον αὐ­τοῦ. Με­τὰ δὲ ἡ­μέ­ρας τι­νὰς ἀ­πέ­θα­νεν ἄν­θρω­πός τις ἐν τῇ χώ­ρᾳ ἐ­κεί­νῃ, καὶ ἐ­κά­λε­σαν τοὺς ἱ­ε­ρεῖς ἐ­πὶ τὸ ψάλ­λειν τὸ λεί­ψα­νον, δι­ό­τι ἦ­σαν καὶ ἄλ­λοι ἱ­ε­ρεῖς εἰς ἐ­κεί­νην τὴν χώ­ραν δι­ό­τι ἦν ἡ με­γί­στη. Ἐ­κά­λε­σαν καὶ αὐ­τὸν τὸν ἱ­ε­ρέ­α· καὶ εἰ­πόν­των τῶν ἱ­ε­ρέ­ων τὴν εὐ­χήν, ἦλ­θε καὶ οὗ­τος ὁ ἱ­ε­ρεὺς ἵ­να εἴ­πῃ τὴν εὐ­χήν. Καὶ ὤ τοῦ θαύ­μα­τος! ὅ­ταν εἶ­πε, «ὅ­τι σὺ εἶ ἡ ἀ­νά­στα­σις, ἡ ζω­ὴ καὶ ἡ ἀ­νά­παυ­σις», εὐ­θὺς ὁ νε­κρὸς ἀ­νε­κά­θι­σε, καὶ εἶ­πε πρὸς τὸν ἱ­ε­ρέ­α· ὅ­τι ἂν καὶ νε­κροὺς ἀ­να­στή­σῃς, ἀλ­λ’ οὐκ εἶ ἄ­ξιος τοῦ φο­ρέ­σαι ἐ­πι­τρα­χή­λιον, ἢ λει­τουρ­γῆ­σαι ἢ ποι­ῆ­σαι ἱ­ε­ρα­τι­κόν τι. Καὶ ταῦ­τα εἰ­πὼν ὁ νε­κρὸς πά­λιν κα­τέ­πε­σεν· οἱ δὲ λα­οὶ καὶ οἱ λοι­ποὶ ἱ­ε­ρεῖς ἰ­δόν­τες τὸ πα­ρά­δο­ξον τοῦ­το θαῦ­μα ἐ­ξέ­στη­σαν* ἅ­παν­τες. Εἶ­τα λέ­γου­σι πρὸς τὸν ἱ­ε­ρέ­α· τί ἐ­στὶ τοῦ­το τὸ ἐ­ξαί­σιον καὶ μέ­γα θαῦ­μα; Τό­τε ὁ ἱ­ε­ρεὺς ἐ­ξω­μο­λο­γή­σα­το ἐ­νώ­πιον πάν­των τὸ ἑ­αυ­τοῦ ἁ­μάρ­τη­μα. Τό­τε λέ­γου­σιν οἱ λοι­ποὶ ἱ­ε­ρεῖς· ἀ­πὸ τοῦ νῦν οὐ συμ­φο­ροῦ­μεν σοι, καὶ ὡς θέ­λεις μό­νος ποί­η­σον. Καὶ ἀ­πῆλ­θε λυ­πού­με­νος ἐν τῷ οἴ­κῳ αὐ­τοῦ, καὶ ἀ­πήγ­γει­λε τὰ γε­νό­με­να. Τό­τε λέ­γει πρὸς τὴν πρε­σβυ­τέ­ραν αὑ­τοῦ· τί ποι­ή­σω ἄρ­τι; ἑ­τέ­ραν ἐ­πι­στή­μην οὐ γι­νώ­σκω, πῶς ἔ­χω θρέ­ψαι ὑ­μᾶς; ἀλ­λ’ οὖν ἀ­πέλ­θω­μεν ἐν ἑ­τέ­ρῳ τό­πῳ, ἔν­θα οὐ­δεὶς γι­γνώ­σκει ἡ­μᾶς, καὶ ἐ­κεῖ­σε­αι δι­α­βι­ώ­σο­μεν τὸ ἐ­πί­λοι­πον τῆς ζω­ῆς ἡ­μῶν.

       Ἀ­να­στάν­τες δὲ ἀ­πῆλ­θον ἐν ἑ­τέ­ρᾳ πό­λει, ὅ­που οὐ­δεὶς ἐ­γί­γνω­σκεν αὐ­τούς, καὶ ἐ­λει­τούρ­γει ἐ­κεῖ­σε. Καὶ ὤ τοῦ θαύ­μα­τος! κα­θὼς ἦν ὅ­τε ἀ­φώ­ρι­σε τοῦ­τον ὁ ἄγ­γε­λος οὕ­τως ἦν, πλὴν τὸ πρό­σω­πον αὐ­τοῦ ἐ­γέ­νε­το μέ­λαν. Ἀ­πο­θα­νού­σης δὲ τῆς πρε­σβυ­τέ­ρας καὶ τῶν τέ­κνων αὐ­τοῦ, μό­νος ἔ­ζη ἐν τρι­α­κο­σί­οις καὶ ἑ­βδο­μή­κον­τα χρό­νοις. Ὅ­μως ὑ­πῆρ­χεν ἐν ἐ­κεί­νῳ τῷ και­ρῷ Μη­τρο­πο­λί­της ἀ­ξι­ό­λο­γος καὶ δί­και­ος πά­νυ. Ἦλ­θεν ἡ ἑ­ορ­τὴ τοῦ ἁ­γί­ου Μερ­κου­ρί­ου καί τις ἄρ­χων τῆς πό­λε­ως ἐ­κεί­νης ἑ­ώρ­τα­ζε τὴν τού­του ἑ­ορ­τὴν καὶ προ­σε­κά­λε­σεν ὁ ἄρ­χων τὸν ἀρ­χι­ε­ρέ­α, εὑ­ρέ­θη δὲ καὶ ὁ ἱ­ε­ρεὺς ἐ­κεῖ· εἰς δὲ τὴν τρά­πε­ζαν ἤρ­χι­σεν ὁ ἀρ­χι­ε­ρεὺς καὶ ἐ­δι­η­γεῖ­το τὸ συ­να­ξά­ριον τοῦ ἁ­γί­ου καὶ πλα­τύ­τε­ρον ἔ­λε­γε τοῖς εὑ­ρι­σκο­μέ­νοις ἐν τῇ τρα­πέ­ζῃ, ὁ­πό­τε ὑ­πο­λα­βὼν* ὁ ἱ­ε­ρεὺς ἔ­φη. Σὺ μὲν δέ­σπο­τά μου ἅ­γι­ε, ἐκ τοῦ ἁ­γί­ου Συ­να­ξα­ρί­ου ἐ­πί­στα­σαι τοὺς τοῦ ἁ­γί­ου ἄ­θλους, ἐ­γὼ δὲ ἀ­κρι­βῶς ἐ­πί­στα­μαι αὐ­τοὺς καὶ δι­ό­τι ἤ­μην ἐ­κεῖ­σε πα­ρὼν καὶ ἔ­βλε­πον κα­λῶς τὸν Μάρ­τυ­ρα ἀ­γω­νι­ζό­με­νον καὶ ἀ­θλοῦν­τα καὶ ὡς ὅ­τι γεί­των μου ἦν, καὶ πολ­λά­κις συ­νε­στιά­θην αὐ­τῷ πρό­τε­ρον. Ὁ δὲ ἀρ­χι­ε­ρεὺς ἀ­τε­νί­σας πρὸς τὸν ἱ­ε­ρέ­α ἔ­φη· Σὺ οὔ­πω τεσ­σα­ρα­κον­τού­της ὢν πῶς τὸν ἅ­γιον οἶ­δας; Ἀ­φ’ ὅ­του ἐ­μαρ­τύ­ρη­σεν ὁ ἅ­γιος Μερ­κού­ριος μέ­χρι τοῦ νῦν ὑ­πο­λο­γί­ζον­ται ἔ­τη 370, καὶ σὺ οὔ­πω ἦ­ γε­γεν­νη­μέ­νος καὶ ταῦ­τα οἶ­δας; Τοῦ δὲ με­θ’ ὅρ­κου εἰ­πόν­τος ὅ­τι ἀ­λη­θῶς λέ­γει καὶ οὐ ψεύ­δε­ται. Ὁ ἀρ­χι­ε­ρεὺς ἔ­γνω ὅ­τι ἦν τι πρὸς αὐ­τόν*· καὶ λα­βὼν αὐ­τὸν κα­τ’ ἰ­δί­αν λέ­γει αὐ­τῷ. Εἰ­πέ μοι πάν­τα τὰ κα­τὰ σὲ ἐν ἐ­ξο­μο­λο­γή­σει κα­θα­ρᾷ. Τό­τε ὁ ἱ­ε­ρεὺς ἐ­ξεῖ­πε πάν­τα ὅ­σα ἐ­ποί­η­σε, καὶ πῶς ἐ­ξέ­πε­σε με­τὰ τῆς δού­λης αὐ­τοῦ, καὶ πῶς με­τὰ ἀγ­γέ­λου ἀ­φο­ρι­σθέν­τες, ἀ­συν­δι­αλ­λά­γη­τοι ἔ­μει­ναν. Τό­τε ὁ ἀρ­χι­ε­ρεὺς εἶ­πεν αὐ­τῷ· γί­νω­σκε ὅ­τι ὑ­πὸ τοῦ ἀγ­γέ­λου εἶ δε­δε­μέ­νος, καὶ μέ­χρι τοῦ νῦν ζῇς καὶ οὐ θνή­σκεις εἰς ἀ­πε­ράν­τους αἰ­ῶ­νας, ἀλ­λ’ ἄ­πελ­θε εἰς τὴν Ἐκ­κλη­σί­αν ἐ­κεί­νην ἔν­θα τὸν δε­σμὸν ἐ­ποι­ή­σα­τε δι­ό­τι ἔ­τι καὶ νῦν ὁ ἄγ­γε­λος ἐ­κεῖ ἐ­στίν, ἐ­πει­δὴ ὁ εἷς τὸν ἕ­τε­ρον ἔ­δη­σεν. Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­πε­κρί­θη· οὐ δύ­να­μαι, ἅ­γι­ε τοῦ Θε­οῦ δέ­σπο­τά μου, τοῦ­το ποι­ῆ­σαι, δι­ό­τι τὸ δι­ά­στη­μα τῆς ὁ­δοῦ ἀ­πέ­χει πο­λύ, καὶ ἔ­ξο­δον οὐκ ἔ­χω, ἀλ­λ’ οὐ­δὲ ἵπ­πος μοι ἐ­στὶ πρὸς ἱπ­πα­σί­αν.

       Τό­τε λέ­γει ὁ Ἀρ­χι­ε­ρεὺς πρὸς αὐ­τόν· «ἐ­ὰν μὴ πο­ρευ­θῇς ἐ­κεῖ­σε, οὔ­τε σὺ τε­λευ­τᾷς, οὔ­τε ὁ ἄγ­γε­λος πτε­ροῦ­ται ὅ­πως ἀ­νέλ­θῃ εἰς οὐ­ρα­νούς.» Ὁ δὲ ἀρ­χι­ε­ρεὺς πά­λιν οἰ­κτεί­ρας αὐ­τὸν ἀ­πο­κρί­νε­ται. «Ἐ­πει­δὴ λέ­γεις ὅ­τι οὐκ ἰ­σχύ­εις, ποι­ή­σω ἔ­λε­ος πρὸς σέ, καὶ πο­ρευ­θῶ­μεν ὁ­μοῦ καὶ δώ­σω σοι ἵπ­πον καὶ τὸ ἔ­ξο­δον ἐ­γὼ ποι­ή­σω.» Καὶ εὐ­θὺς εἴ­χον­το τῆς ὁ­δοῦ*, καὶ ἀ­πῆλ­θον ἕ­ως τῆς χώ­ρας τοῦ ἱ­ε­ρέ­ως· ἡ δὲ ἦν ἠ­ρη­μω­μέ­νη καὶ οὐ­δέ­να ηὗ­ραν, οὔ­τε οἰ­κί­αν οὔ­τε ἄλ­λο τι. Ὁ οὖν ἀρ­χι­ε­ρεὺς ἠ­ρώ­τη­σεν, αὕ­τη σου ἐ­στὶν ἡ χώ­ρα; καὶ ὁ ἱ­ε­ρεὺς αὐ­τὴ ἐ­στίν, ἀλ­λ’ ἠ­ρη­μώ­θη, Δέ­σπο­τά μου ἅ­γι­ε· καὶ ὁ ἀρ­χι­ε­ρεύς, οὐ γι­νώ­σκεις ποῦ ἦν ἡ Ἐκ­κλη­σί­α; καὶ ἀ­τε­νί­σας ὁ ἱ­ε­ρεὺς εἶ­δε δέν­δρα ὡς ἀ­πὸ δι­α­στή­μα­τος τῆς πο­τὲ χώ­ρας αὐ­τοῦ καὶ εἶ­πεν· ὡς εἰ­κά­ζω, ἐ­κεῖ ὅ­που φαί­νον­ται τὰ δέν­δρα ἐ­στὶν ἡ Ἐκ­κλη­σί­α.» καὶ πο­ρευ­θέν­τες ἐ­κεῖ, ηὗ­ραν τὸν να­ὸν κε­χα­λα­σμέ­νον, πλὴν ὀ­λί­γον μέ­ρος ἐκ τοῦ ἁ­γί­ου βή­μα­τος ἵ­στα­το, καὶ ἀ­φ’ οὗ ἐ­κεῖ­σε ἐ­πέ­ζευ­σαν ἐκ τῶν ἵπ­πων, λέ­γει ὁ ἀρ­χι­ε­ρεύς· «ἄ­πελ­θε εἰς τὸ βῆ­μα» καὶ εἰ­σελ­θὼν ὁ ἱ­ε­ρεὺς ηὗ­ρε τὸν ἄγ­γε­λον ἱ­στά­με­νον ἐ­κεῖ­σε· καὶ λέ­γει ὁ ἄγ­γε­λος ἔ­τι ζῇς πτω­χὲ ἱ­ε­ρεῦ; ὁ δὲ ἱ­ε­ρεὺς λέ­γει· ναὶ ἔ­τι ζῶ· ἀλ­λὰ καὶ σὺ ἔ­τι αὐ­τοῦ ἵ­στα­σαι; καὶ λέ­γει ὁ ἄγ­γε­λος· κα­λῶς ἦλ­θες ἵ­να συγ­χω­ρη­θῶ­μεν συ­ναλ­λή­λως. Λέ­γει ὁ ἱ­ε­ρεὺς εὐ­λό­γη­σον ἅ­γι­ε ἄγ­γε­λε τοῦ Θε­οῦ, συγ­χώ­ρη­σόν μοι. Ὁ δὲ ἄγ­γε­λος εἶ­πε· συγ­χώ­ρη­σον ἐ­μοὶ σὺ πρῶ­τον, καὶ τό­τε κἀ­γὼ σοί, δι­ό­τι ἐ­ὰν συγ­χω­ρή­σω σοι πρῶ­τον, ἔ­χεις ἀ­να­λῦ­σαι* αὐ­τῇ τῇ ὥ­ρᾳ, καὶ ἐ­γὼ μέ­νω εἰς τὸν δε­σμόν. Τό­τε λέ­γει ὁ ἱ­ε­ρεύς· ἐ­ὰν καὶ ἐ­γὼ συγ­χω­ρή­σω σοι, ἔ­χεις πτε­ρω­θῆ­ναι καὶ ἀ­νελ­θεῖν εἰς τοὺς οὐ­ρα­νούς, καὶ ἐ­γὼ μέ­νω εἰς τὸν δε­σμόν. Τό­τε λέ­γει ὁ ἄγ­γε­λος· ὀ­μνύ­ω εἰς τὸν θρό­νον τοῦ Θε­οῦ τὸν ἀ­σά­λευ­τον, ὅ­τι οὐ μὴ ἀ­φή­σω σε ἐν τῷ δε­σμῷ. Ὁ δὲ ἀρ­χι­ε­ρεὺς ταῦ­τα δι­ή­κου­εν ἔ­ξω­θι. Ὅ­θεν λέ­γει ὁ ἱ­ε­ρεὺς πρὸς τὸν ἄγ­γε­λον «ἐν ὀ­νό­μα­τι τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, ἂς εἶ­σαι συγ­χω­ρη­μέ­νος πα­ρ’ ἐ­μοῦ τοῦ ἁ­μαρ­τω­λοῦ». Καὶ εὐ­θὺς ὤ τοῦ θαύ­μα­τος! ἐ­πτε­ρώ­θη ὁ ἄγ­γε­λος καὶ ἔ­πτη εἰς τὸ ὕ­ψος, καὶ εἶ­πε πρὸς τὸν ἱ­ε­ρέ­α· ἂς εἶ­σαι συγ­χω­ρη­μέ­νος καὶ σὺ ὦ πρε­σβύ­τε­ρε· καὶ πρὶν τε­τε­λει­ῶ­σθαι τοῦ ἀγ­γέ­λου τὴν φω­νὴν εὑ­ρέ­θη­σαν τὰ ὀ­στέ­α τοῦ ἱ­ε­ρέ­ως σω­ρη­δὸν ἐν τῷ τό­πῳ οὗ εἰ­στή­κει. Ὅ­θεν ὁ ἀρ­χι­ε­ρεὺς εἶ­πε πρὸς τὸν ἄγ­γε­λον· ὦ ἅ­γι­ε ἄγ­γε­λε, δέ­ο­μαί σου πλή­ρω­σόν μοι μί­αν αἴ­τη­σιν καὶ ψάλ­λε τι­νὰ ἀγ­γε­λι­κὸν ὕ­μνον ἵ­να ἀ­κού­σω κἀ­γώ. Ὁ δὲ ἄγ­γε­λος εἶ­πε· τοῦ­το οὐκ ἔ­στι δυ­να­τόν· ἐν ᾗ ὥ­ρᾳ ἀ­κού­σης τῆς ἀγ­γε­λι­κῆς φω­νῆς, ἀ­να­λῦ­σαι ἔ­χεις τῶν τῇ­δε· οὐκ ἔ­ξε­στι γὰρ σάρ­κα θνη­τὴν ἀ­κοῦ­σαι ἀγ­γέ­λου φω­νὴν καὶ ζῆ­σαι· πλὴν διὰ τὴν ἥν περ ἐ­ποί­η­σας καὶ εἰς ἐ­μὲ καὶ εἰς τὸν ἱ­ε­ρέ­α με­γά­λην ἀ­γα­θω­σύ­νην μέ­νε ὀ­λί­γον ἵ­να ἀ­νέλ­θω ἕ­ως τρί­τον τοῦ οὐ­ρα­νοῦ, καὶ ψάλ­λω ἐ­κεῖ­σε καὶ ἀ­κού­σας μό­λις δυ­νή­σει βα­στά­σαι. Ὅ­θεν ἀ­νελ­θὼν ἕ­ως τρί­τον οὐ­ρα­νοῦ ἔ­ψαλ­λε τὸ ἀλ­λη­λού­ϊ­α· ἐκ δὲ τῆς γλυ­κεί­ας με­λῳ­δί­ας ἔ­πε­σεν ὁ ἀρ­χι­ε­ρεὺς ἐ­πὶ τῆς γῆς ὡ­σεὶ νε­κρός, ἕ­ως τρεῖς ὥ­ρας καὶ μό­λις καὶ χα­λε­πῶς συ­νελ­θὼν εἰς ἑ­αυ­τὸν ἀ­νέ­στη. Εἶ­τα τῷ Θε­ῷ εὐ­χα­ρι­στή­σας ὑ­πέ­στρε­ψεν εἰς τὴν ἐ­παρ­χί­αν αὐ­τοῦ, καὶ ἔ­γρα­ψε τὴν δι­ή­γη­σιν ταύ­την τοῦ ἱ­ε­ρέ­ως εἰς πολ­λῶν ὠ­φέ­λειαν, ἵ­να ἀ­κού­ον­τες καὶ ἡ­μεῖς οἱ ρά­θυ­μοι δι­ορ­θώ­με­θα, καὶ προ­σε­κτι­κοὶ καὶ σπου­δαῖ­οι γι­νώ­με­θα, κα­θα­ροί τε λο­γι­σμῶν αἰ­σχρῶν καὶ ἐ­πι­θυ­μι­ῶν ἀ­πρε­πῶν. Ὅ­τε τὴν ἱ­ε­ρω­σύ­νην ἐ­πι­τε­λοῦ­μεν ὀ­φεί­λο­μεν εἶ­ναι ἀ­μέ­το­χοι λα­γνεί­ας καὶ ἀ­σελ­γεί­ας, δι­ό­τι ὁ ἔ­χων ἐ­πι­θυ­μί­αν εἰς πορ­νεί­αν καὶ εἰς σαρ­κι­κὰ καὶ εἰς ἄλ­λα πά­θη, πο­λυ­φα­γί­αν τε καὶ πο­λυ­πο­σί­αν, μέ­θην καὶ φι­λαρ­γυ­ρί­αν, μνη­σι­κα­κί­αν, κε­νο­δο­ξί­αν, ὑ­πε­ρη­φά­νειαν, ἀ­νά­ξιος κα­θί­στα­ται τῆς ἱ­ε­ρω­σύ­νης καὶ κα­τα­φρο­νη­τὴς καὶ ὑ­βρι­στὴς τῶν Ἀ­χράν­των Μυ­στη­ρί­ων· διὰ τοῦ­το προ­ο­φεί­λο­μεν ἀ­μί­αν­τοι ὑ­πάρ­χειν, ὅ­τε μέλ­λο­μεν πα­ρί­στα­σθαι τῇ ἁ­γί­ᾳ Τρα­πέ­ζῃ καὶ ὅ­τε τὴν φρι­κτὴν ἱ­ε­ρουρ­γί­αν ἐ­πι­τε­λοῦ­μεν. Πολ­λοὶ τι­νὲς κα­τα­φρο­νη­τι­κῶς ταύ­την ἐ­πι­τε­λοῦ­σι, καὶ οὔ­τε ἐ­ξο­μο­λό­γη­σιν ποι­οῦ­σιν, οὔ­τε τὴν συ­νή­θη ἀ­κο­λου­θί­αν ψάλ­λου­σιν, ὣς μὴ μέλ­λον­τες δῆ­θεν ἀ­πο­θα­νεῖν, οἱ κα­τ’ ἐ­μὲ τά­λα­νες, ἀ­μνη­μο­νοῦν­τες τὴν φο­βε­ρὰν τοῦ Κυ­ρί­ου ρη­τὴν ἐν­το­λήν, ὁ γνοὺς τὸ θέ­λη­μα τοῦ Κυ­ρί­ου καὶ μὴ ποι­ή­σας, πολ­λὰ δα­ρή­σε­ται· ἤ­γουν ὅ­ποι­ος ἠ­ξεύ­ρει τὸ θέ­λη­μά μου καὶ δὲν τὸ κά­μνει, ἐ­κεῖ­νος με­γά­λως θὰ κο­λα­σθῇ. Τὸ λοι­πὸν ἀ­δελ­φοί μου ἰ­δοὺ ἐ­μά­θα­μεν, ὅ­τι δὲν εἶ­ναι ἄλ­λο τι εἰς τὴν γῆν με­γα­λύ­τε­ρον τῆς ἱ­ε­ρω­σύ­νης, οὔ­τε βα­σι­λεί­α, οὔ­τε ἄλ­λο τί­πο­τε, καὶ ὅ­ποι­ος εἶ­ναι ἀ­νά­ξιος τῆς θεί­ας μυ­στα­γω­γί­ας καὶ δὲν παύ­σῃ, ἐ­κεῖ­νον ἐ­ὰν τὸν εὕ­ρῃ ὁ θά­να­τος ἀ­με­τα­νό­η­τον κο­λά­ζε­ται με­τὰ τοῦ Ἰ­ού­δα τοῦ Ἰ­σκα­ρι­ώ­του, εἰς ἐ­κεί­νην τὴν κό­λα­σιν ὅ­που ἄλ­λη χει­ρο­τέ­ρα δὲν εἶ­ναι. Τοί­νυν καὶ ἡ­μεῖς οἱ ἀ­να­γι­νώ­σκον­τες καὶ ἀ­κού­ον­τες ταῦ­τα, ἐκ­βι­α­σώ­με­θα ἑ­αυ­τοὺς ἀ­πὸ πά­σης ἁ­μαρ­τί­ας, καὶ ποι­ή­σω­μεν τὸ θέ­λη­μα τοῦ φι­λαν­θρώ­που Θε­οῦ, ὅ­πως ἀ­ξι­ω­θῶ­μεν τῆς ἐκ δε­ξι­ῶν αὐ­τοῦ πα­ρα­στά­σε­ως εἰς τὴν δευ­τέ­ραν αὐ­τοῦ Πα­ρου­σί­αν, καὶ κλη­ρο­νό­μοι τῶν αἰ­ω­νί­ων ἀ­γα­θῶν γε­νώ­με­θα με­τὰ τῶν δι­καί­ων· ἐν Χρι­στῷ Ἰ­η­σοῦ τῷ Κυ­ρί­ῳ ἡ­μῶν, ᾧ ἡ δό­ξα καὶ τὸ κρά­τος καὶ ἡ προ­σκύ­νη­σις, σὺν τῷ ἀ­νάρ­χῳ αὐ­τοῦ Πα­τρί, καὶ τῷ Πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ αὐ­τοῦ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.


ἀ­ρι­στή­σας: ἀφοῦ προγευμάτισε.
ἐ­ξέ­στη­σαν: ἔμειναν ἔκθαμβοι.
ὑ­πο­λα­βών: ἀφοῦ ἔλαβε τὸ λόγο.
ἦν τι πρὸς αὐ­τόν: κάτι συνέβαινε μ’ αὐτόν.
εἴ­χον­το τῆς ὁ­δοῦ: πῆραν τὸ δρόμο.
ἔ­χεις ἀ­να­λῦ­σαι: μπορεῖ νὰ διαλυθεῖς.


Πη­γή: περ. Ἁ­γι­ο­ρεί­τι­κη Βι­βλι­ο­θή­κη, ἀρ. 197-198, Βό­λος, Ἰ­α­νουά­ριος – Φε­βρουά­ριος 1953, σς 34-36 καὶ ἀρ. 199-200, Βό­λος, Μάρ­τιος Ἀ­πρί­λιος 1953, σς 83-85 [τη­ρεῖ­ται ἡ ὀρ­θο­γρα­φί­α τοῦ πρω­το­τύ­που ὡς αὐ­θεν­τι­κὴ εἰ­κὼν μιᾶς ἐκ τῶν γλωσ­σι­κῶν ἐ­πι­λο­γῶν τῆς ἐ­πο­χῆς σ.τ.σ.].

Μι­κρὰ Πα­τε­ρι­κά: ἐ­πι­μέ­λεια: Ἄγ­γε­λος Κα­λο­γε­ρό­που­λος καὶ Γιά­ννης Πα­τί­λης. [Βλ. Εἰ­σα­γω­γι­κὸ κεί­με­νο καὶ Ἡ­με­ρο­λό­γιο Κα­τα­στρώ­μα­τος Β’, ἐγ­γρα­φὴ 25.11.2019.]


%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: